Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[609β]
διαφθείρειεν. οὐ γὰρ τό γε ἀγαθὸν μή ποτέ τι ἀπολέσῃ, οὐδὲ αὖ τὸ μήτε κακὸν μήτε ἀγαθόν.πῶς γὰρ ἄν; ἔφη.ἐὰν ἄρα τι εὑρίσκωμεν τῶν ὄντων, ᾧ ἔστι μὲν κακὸν ὃ ποιεῖ αὐτὸ μοχθηρόν, τοῦτο μέντοι οὐχ οἷόν τε αὐτὸ λύειν ἀπολλύον, οὐκ ἤδη εἰσόμεθα ὅτι τοῦ πεφυκότος οὕτως ὄλεθρος οὐκ ἦν;οὕτως, ἔφη, εἰκός.τί οὖν; ἦν δ᾽ ἐγώ: ψυχῇ ἆρ᾽ οὐκ ἔστιν ὃ ποιεῖ αὐτὴν αὐτὴν κακήν;καὶ μάλα, ἔφη: ἃ νυνδὴ διῇμεν πάντα, ἀδικία τε καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.