Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[374ε]
τοσούτῳ σχολῆς τε τῶν ἄλλων πλείστης ἂν εἴη καὶ αὖ τέχνης τε καὶ ἐπιμελείας μεγίστης δεόμενον.οἶμαι ἔγωγε, ἦ δ᾽ ὅς.ἆρ᾽ οὖν οὐ καὶ φύσεως ἐπιτηδείας εἰς αὐτὸ τὸ ἐπιτήδευμα;πῶς δ᾽ οὔ;ἡμέτερον δὴ ἔργον ἂν εἴη, ὡς ἔοικεν, εἴπερ οἷοί τ᾽ ἐσμέν, ἐκλέξασθαι τίνες τε καὶ ποῖαι φύσεις ἐπιτήδειαι εἰς πόλεως φυλακήν.ἡμέτερον μέντοι.μὰ Δία, ἦν δ᾽ ἐγώ, οὐκ ἄρα φαῦλον πρᾶγμα ἠράμεθα: ὅμως δὲ οὐκ ἀποδειλιατέον, ὅσον γ᾽ ἂν δύναμις παρείκῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.