previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[48α] ἡμετέρων, περὶ τε ἀδικία καὶ δικαιοσύνη ἐστίν;

Κρίτων
οὐδαμῶς.

Σωκράτης
ἀλλὰ τιμιώτερον;

Κρίτων
πολύ γε.

Σωκράτης
οὐκ ἄρα, βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλ᾽ ὅτι ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων, εἷς καὶ αὐτὴ ἀλήθεια. ὥστε πρῶτον μὲν ταύτῃ οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων. ‘ἀλλὰ μὲν δή,’ φαίη γ᾽ ἄν τις, ‘οἷοί τέ εἰσιν ἡμᾶς οἱ πολλοὶ ἀποκτεινύναι.’ [48β]

Κρίτων
δῆλα δὴ καὶ ταῦτα: φαίη γὰρ ἄν, Σώκρατες. ἀληθῆ λέγεις.

Σωκράτης
ἀλλ᾽, θαυμάσιε, οὗτός τε λόγος ὃν διεληλύθαμεν ἔμοιγε δοκεῖ ἔτι ὅμοιος εἶναι καὶ πρότερον: καὶ τόνδε δὲ αὖ σκόπει εἰ ἔτι μένει ἡμῖν οὔ, ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον ἀλλὰ τὸ εὖ ζῆν.

Κρίτων
ἀλλὰ μένει.

Σωκράτης
τὸ δὲ εὖ καὶ καλῶς καὶ δικαίως ὅτι ταὐτόν ἐστιν, μένει οὐ μένει;

Κρίτων
μένει.

Σωκράτης
οὐκοῦν ἐκ τῶν ὁμολογουμένων τοῦτο σκεπτέον, πότερον δίκαιον ἐμὲ ἐνθένδε πειρᾶσθαι ἐξιέναι μὴ ἀφιέντων [48ξ] Ἀθηναίων οὐ δίκαιον: καὶ ἐὰν μὲν φαίνηται δίκαιον, πειρώμεθα, εἰ δὲ μή, ἐῶμεν. ἃς δὲ σὺ λέγεις τὰς σκέψεις περί τε ἀναλώσεως χρημάτων καὶ δόξης καὶ παίδων τροφῆς, μὴ ὡς ἀληθῶς ταῦτα, Κρίτων, σκέμματα τῶν ῥᾳδίως ἀποκτεινύντων καὶ ἀναβιωσκομένων γ᾽ ἄν, εἰ οἷοί τ᾽ ἦσαν, οὐδενὶ ξὺν νῷ, τούτων τῶν πολλῶν. ἡμῖν δ᾽, ἐπειδὴ λόγος οὕτως αἱρεῖ, μὴ οὐδὲν ἄλλο σκεπτέον ὅπερ νυνδὴ ἐλέγομεν, πότερον δίκαια πράξομεν καὶ χρήματα τελοῦντες τούτοις [48δ] τοῖς ἐμὲ ἐνθένδε ἐξάξουσιν καὶ χάριτας, καὶ αὐτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι, τῇ ἀληθείᾳ ἀδικήσομεν πάντα ταῦτα ποιοῦντες: κἂν φαινώμεθα ἄδικα αὐτὰ ἐργαζόμενοι, μὴ οὐ δέῃ ὑπολογίζεσθαι οὔτ᾽ εἰ ἀποθνῄσκειν δεῖ παραμένοντας καὶ ἡσυχίαν ἄγοντας, οὔτε ἄλλο ὁτιοῦν πάσχειν πρὸ τοῦ ἀδικεῖν.

Κρίτων
καλῶς μέν μοι δοκεῖς λέγειν, Σώκρατες, ὅρα δὲ τί δρῶμεν.

Σωκράτης
σκοπῶμεν, ἀγαθέ, κοινῇ, καὶ εἴ πῃ ἔχεις ἀντιλέγειν [48ε] ἐμοῦ λέγοντος, ἀντίλεγε καί σοι πείσομαι: εἰ δὲ μή, παῦσαι ἤδη, μακάριε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, ὡς χρὴ ἐνθένδε ἀκόντων Ἀθηναίων ἐμὲ ἀπιέναι: ὡς ἐγὼ περὶ πολλοῦ ποιοῦμαι πείσας σε ταῦτα πράττειν, ἀλλὰ μὴ ἄκοντος. ὅρα δὲ δὴ τῆς σκέψεως τὴν ἀρχὴν ἐάν σοι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: