[10ξ]
βούλομαι λέγειν; βούλομαι δὲ τόδε, ὅτι εἴ τι γίγνεται ἤ τι πάσχει, οὐχ ὅτι γιγνόμενόν ἐστι γίγνεται, ἀλλ᾽ ὅτι γίγνεται γιγνόμενόν ἐστιν: οὐδ᾽ ὅτι πάσχον ἐστὶ πάσχει, ἀλλ᾽ ὅτι πάσχει πάσχον ἐστίν: ἢ οὐ συγχωρεῖς οὕτω;Εὐθύφρων
ἔγωγε.Σωκράτης
οὐκοῦν καὶ τὸ φιλούμενον ἢ γιγνόμενόν τί ἐστιν ἢ πάσχον τι ὑπό του;Εὐθύφρων
πάνυ γε.Σωκράτης
καὶ τοῦτο ἄρα οὕτως ἔχει ὥσπερ τὰ πρότερα: οὐχ ὅτι φιλούμενόν ἐστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται, ἀλλ᾽ ὅτι φιλεῖται φιλούμενον;Εὐθύφρων
ἀνάγκη.