previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[395α]

Ἑρμογένης
φαίνεται οὕτως, Σώκρατες.

Σωκράτης
ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.

Ἑρμογένης
φαίνεται.

Σωκράτης
κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι Ἀγαμέμνων,’ οἷος δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι δι᾽ ἀρετήν. σημεῖον δὲ αὐτοῦ ἐν Τροίᾳ μονὴ τοῦ πάθους τε καὶ καρτερίας. ὅτι οὖν ἀγαστὸς κατὰ [395β] τὴν ἐπιμονὴν οὗτος ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα Ἀγαμέμνων.’ ἴσως δὲ καὶ Ἀτρεὺςὀρθῶς ἔχει. τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ ἀτηρὰ πρὸς ἀρετήν. οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός: τοῖς δ᾽ ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ βούλεται Ἀτρεύς.’ καὶ γὰρ κατὰ τὸ ἀτειρὲς καὶ [395ξ] κατὰ τὸ ἄτρεστον καὶ κατὰ τὸ ἀτηρὸν πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται. δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι: σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα ἄξιον εἶναι ταύτης τῆς ἐπωνυμίας.

Ἑρμογένης
πῶς δή;

Σωκράτης
οἷόν που καὶ κατ᾽ ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵου τε γενέσθαι προνοηθῆναι οὐδὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ [395δ] δυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆματοῦτο δ᾽ ἐστὶπέλας’ —ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον. τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα.

Ἑρμογένης
τὰ ποῖα ταῦτα;

Σωκράτης
τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου [395ε] ταλαντεία θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι: καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις βουλόμενος ταλάντατον ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντ᾽ ἐκείνουΤάνταλον,’ τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι τύχη τῆς φήμης. φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: