previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[420α] ἐπωνομάσθη: ὅτι γὰρ ἱέμενος ῥεῖ καὶ ἐφιέμενος τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν ἕσιν τῆς ῥοῆς, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεωςἵμεροςἐκλήθη. καὶ μὴνπόθοςαὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι ἱμέρου τε καὶ ῥεύματος ἀλλὰ τοῦ ἄλλοθί που ὄντος καὶ ἀπόντος, ὅθενπόθοςἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, ‘ἵμεροςἐκαλεῖτο: ἀπογενομένου δὲ αὐτὸς οὗτοςπόθοςἐκλήθη. ‘ἔρωςδέ, ὅτι εἰσρεῖ ἔξωθεν καὶ οὐκ οἰκεία ἐστὶν ῥοὴ [420β] αὕτη τῷ ἔχοντι ἀλλ᾽ ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ ἐσρεῖνἔσροςτό γε παλαιὸν ἐκαλεῖτοτῷ γὰρ οὖ ἀντὶ τοῦ ἐχρώμεθανῦν δ᾽ἔρωςκέκληται διὰ τὴν τοῦ ἀντὶ τοῦ οὖ μεταλλαγήν. ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;

Ἑρμογένης
δόξακαὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;

Σωκράτης
δόξαδὴ ἤτοι τῇ διώξει ἐπωνόμασται, ἣν ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, τῇ ἀπὸ τοῦ τόξου βολῇ. ἔοικε δὲ τούτῳ μᾶλλον. [420ξ] γοῦνοἴησιςτούτῳ συμφωνεῖ. ‘οἶσινγὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ βουλήπως τὴν βολήν, καὶ τὸβούλεσθαιτὸ ἐφίεσθαι σημαίνει καὶ τὸβουλεύεσθαι’: πάντα ταῦτα δόξῃ ἑπόμεν᾽ ἄττα φαίνεται τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἀβουλίαἀτυχία δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τ᾽ ἔβαλλε καὶ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο. [420δ]

Ἑρμογένης
ταῦτα ἤδη μοι δοκεῖς, Σώκρατες, πυκνότερα ἐπάγειν.

Σωκράτης
τέλος γὰρ ἤδη θέω. ‘ἀνάγκηνδ᾽ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸἑκούσιον.’ τὸ μὲν οὖνἑκούσιον,’ τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλ᾽, ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ: τὸ δὲἀναγκαῖονκαὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ [420ε] ἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθηἀναγκαῖον,’ τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ῥώμη, μὴ ἀνιῶμεν αὐτήν: ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: