[416β]
φαίνεται ὃ νοεῖ: καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ ἀεὶ ἴσχοντι τὸν ῥοῦν τοῦτο τὸ ὄνομα ἔθετο τὸ ‘ἀεισχοροῦν’: νῦν δὲ συγκροτήσαντες ‘αἰσχρὸν’ καλοῦσιν.Ἑρμογένης
τί δὲ τὸ ‘καλόν’;Σωκράτης
τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό: ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.Ἑρμογένης
πῶς δή;Σωκράτης
τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.Ἑρμογένης
πῶς λέγεις;