previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263α]

Θεαίτητος
ταῦτ᾽ ἔσται κατὰ δύναμιν.

Ξένος
Θεαίτητος κάθηται.’ μῶν μὴ μακρὸς λόγος;

Θεαίτητος
οὔκ, ἀλλὰ μέτριος.

Ξένος
σὸν ἔργον δὴ φράζειν περὶ οὗ τ᾽ ἐστὶ καὶ ὅτου.

Θεαίτητος
δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός.

Ξένος
τί δὲ ὅδ᾽ αὖ;

Θεαίτητος
ποῖος;

Ξένος
Θεαίτητος, νῦν ἐγὼ διαλέγομαι, πέτεται.’

Θεαίτητος
καὶ τοῦτον οὐδ᾽ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ.

Ξένος
ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων. [263β]

Θεαίτητος
ναί.

Ξένος
τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι;

Θεαίτητος
τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ.

Ξένος
λέγει δὲ αὐτῶν μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ.

Θεαίτητος
τί μήν;

Ξένος
δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων.

Θεαίτητος
ναί.

Ξένος
τὰ μὴ ὄντ᾽ ἄρα ὡς ὄντα λέγει.

Θεαίτητος
σχεδόν.

Ξένος
ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα.

Θεαίτητος
κομιδῇ μὲν οὖν. [263ξ]

Ξένος
ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτ᾽ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι.

Θεαίτητος
νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν.

Ξένος
ἔπειτα δέ γε τινός.

Θεαίτητος
οὕτως.

Ξένος
εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός.

Θεαίτητος
πῶς γάρ;

Ξένος
μηδενὸς δέ γε ὢν οὐδ᾽ ἂν λόγος εἴη τὸ παράπαν: ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον.

Θεαίτητος
ὀρθότατα. [263δ]

Ξένος
περὶ δὴ σοῦ λεγόμενα, λεγόμενα μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν ὡς ἔοικεν τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής.

Θεαίτητος
ἀληθέστατα μὲν οὖν.

Ξένος
τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθ᾽ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται;

Θεαίτητος
πῶς;

Ξένος
ὧδ᾽ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτ᾽ ἔστιν [263ε] καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.

Θεαίτητος
δίδου μόνον.

Ξένος
οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν: πλὴν μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτ᾽ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια;

Θεαίτητος
πάνυ μὲν οὖν.

Ξένος
τὸ δέ γ᾽ ἀπ᾽ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος;

Θεαίτητος
ἀληθῆ.

Ξένος
καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν

Θεαίτητος
τὸ ποῖον;

Ξένος
φάσιν τε καὶ ἀπόφασιν.

Θεαίτητος
ἴσμεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: