[263α]
Θεαίτητος
ταῦτ᾽ ἔσται κατὰ δύναμιν.Ξένος
‘Θεαίτητος κάθηται.’ μῶν μὴ μακρὸς ὁ λόγος;Θεαίτητος
οὔκ, ἀλλὰ μέτριος.Ξένος
σὸν ἔργον δὴ φράζειν περὶ οὗ τ᾽ ἐστὶ καὶ ὅτου.Θεαίτητος
δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός.Ξένος
τί δὲ ὅδ᾽ αὖ;Θεαίτητος
ποῖος;Ξένος
‘Θεαίτητος, ᾧ νῦν ἐγὼ διαλέγομαι, πέτεται.’Θεαίτητος
καὶ τοῦτον οὐδ᾽ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ.Ξένος
ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων.