previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[291α]

Ξένος
τούτους τε τοίνυν τοὺς κληρωτοὺς βασιλέας ἅμα καὶ ἱερέας, καὶ ὑπηρέτας αὐτῶν καί τινα ἕτερον πάμπολυν ὄχλον σκεπτέον, ὃς ἄρτι κατάδηλος νῦν ἡμῖν γέγονεν ἀποχωρισθέντων τῶν ἔμπροσθεν.

Νεώτερος Σωκράτης
τίνας δ᾽ αὐτοὺς καὶ λέγεις;

Ξένος
καὶ μάλα τινὰς ἀτόπους.

Νεώτερος Σωκράτης
τί δή;

Ξένος
πάμφυλόν τι γένος αὐτῶν, ὥς γε ἄρτι σκοπουμένῳ φαίνεται. πολλοὶ μὲν γὰρ λέουσι τῶν ἀνδρῶν εἴξασι καὶ Κενταύροις [291β] καὶ τοιούτοισιν ἑτέροις, πάμπολλοι δὲ Σατύροις καὶ τοῖς ἀσθενέσι καὶ πολυτρόποις θηρίοις: ταχὺ δὲ μεταλλάττουσι τάς τε ἰδέας καὶ τὴν δύναμιν εἰς ἀλλήλους. καὶ μέντοι μοι νῦν, Σώκρατες, ἄρτι δοκῶ κατανενοηκέναι τοὺς ἄνδρας.

Νεώτερος Σωκράτης
λέγοις ἄν: ἔοικας γὰρ ἄτοπόν τι καθορᾶν.

Ξένος
ναί: τὸ γὰρ ἄτοπον ἐξ ἀγνοίας πᾶσι συμβαίνει. καὶ γὰρ δὴ καὶ νῦν αὐτὸς τοῦτ᾽ ἔπαθον: ἐξαίφνης ἠμφεγνόησα [291ξ] κατιδὼν τὸν περὶ τὰ τῶν πόλεων πράγματα χορόν.

Νεώτερος Σωκράτης
ποῖον;

Ξένος
τὸν πάντων τῶν σοφιστῶν μέγιστον γόητα καὶ ταύτης τῆς τέχνης ἐμπειρότατον: ὃν ἀπὸ τῶν ὄντως ὄντων πολιτικῶν καὶ βασιλικῶν καίπερ παγχάλεπον ὄντα ἀφαιρεῖν ἀφαιρετέον, εἰ μέλλομεν ἰδεῖν ἐναργῶς τὸ ζητούμενον.

Νεώτερος Σωκράτης
ἀλλὰ μὴν τοῦτό γε οὐκ ἀνετέον.

Ξένος
οὔκουν δὴ κατά γε τὴν ἐμήν. καί μοι φράζε τόδε.

Νεώτερος Σωκράτης
τὸ ποῖον; [291δ]

Ξένος
ἆρ᾽ οὐ μοναρχία τῶν πολιτικῶν ἡμῖν ἀρχῶν ἐστι μία;

Νεώτερος Σωκράτης
ναί.

Ξένος
καὶ μετὰ μοναρχίαν εἴποι τις ἂν οἶμαι τὴν ὑπὸ τῶν ὀλίγων δυναστείαν.

Νεώτερος Σωκράτης
πῶς δ᾽ οὔ;

Ξένος
τρίτον δὲ σχῆμα πολιτείας οὐχ τοῦ πλήθους ἀρχή, δημοκρατία τοὔνομα κληθεῖσα;

Νεώτερος Σωκράτης
καὶ πάνυ γε.

Ξένος
τρεῖς δ᾽ οὖσαι μῶν οὐ πέντε τρόπον τινὰ γίγνονται, δύ᾽ ἐξ ἑαυτῶν ἄλλα πρὸς αὑταῖς ὀνόματα τίκτουσαι;

Νεώτερος Σωκράτης
ποῖα δή; [291ε]

Ξένος
πρὸς τὸ βίαιόν που καὶ ἑκούσιον ἀποσκοποῦντες νῦν καὶ πενίαν καὶ πλοῦτον καὶ νόμον καὶ ἀνομίαν ἐν αὐταῖς γιγνόμενα διπλῆν ἑκατέραν τοῖν δυοῖν διαιροῦντες μοναρχίαν μὲν προσαγορεύουσιν ὡς δύο παρεχομένην εἴδη δυοῖν ὀνόμασι, τυραννίδι, τὸ δὲ βασιλικῇ.

Νεώτερος Σωκράτης
τί μήν;

Ξένος
τὴν δὲ ὑπ᾽ ὀλίγων γε ἑκάστοτε κρατηθεῖσαν πόλιν ἀριστοκρατίᾳ καὶ ὀλιγαρχίᾳ.

Νεώτερος Σωκράτης
καὶ πάνυ γε.

Ξένος
δημοκρατίας γε μήν, ἐάντ᾽ οὖν βιαίως ἐάντε ἑκουσίως


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: