previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[300α]

Ξένος
τί δὲ τόδε; εἰ κατὰ συγγράμματα μὲν ἀναγκάζοιμεν ἕκαστον γίγνεσθαι τῶν εἰρημένων καὶ τοῖς συγγράμμασιν ἡμῶν ἐπιστατεῖν τὸν χειροτονηθέντα λαχόντα ἐκ τύχης, οὗτος δὲ μηδὲν φροντίζων τῶν γραμμάτων κέρδους ἕνεκέν τινος χάριτος ἰδίας παρὰ ταῦτ᾽ ἐπιχειροῖ δρᾶν ἕτερα, μηδὲν γιγνώσκων, ἆρα οὐ τοῦ κακοῦ τοῦ πρόσθεν μεῖζον ἂν ἔτι τοῦτο γίγνοιτο κακόν;

Νεώτερος Σωκράτης
ἀληθέστατά γε. [300β]

Ξένος
παρὰ γὰρ οἶμαι τοὺς νόμους τοὺς ἐκ πείρας πολλῆς κειμένους καί τινων συμβούλων ἕκαστα χαριέντως συμβουλευσάντων καὶ πεισάντων θέσθαι τὸ πλῆθος, παρὰ ταῦτα τολμῶν δρᾶν, ἁμαρτήματος ἁμάρτημα πολλαπλάσιον ἀπεργαζόμενος, ἀνατρέποι πᾶσαν ἂν πρᾶξιν ἔτι μειζόνως τῶν συγγραμμάτων.

Νεώτερος Σωκράτης
πῶς δ᾽ οὐ μέλλει; [300ξ]

Ξένος
διὰ ταῦτα δὴ τοῖς περὶ ὁτουοῦν νόμους καὶ συγγράμματα τιθεμένοις δεύτερος πλοῦς τὸ παρὰ ταῦτα μήτε ἕνα μήτε πλῆθος μηδὲν μηδέποτε ἐᾶν δρᾶν μηδ᾽ ὁτιοῦν.

Νεώτερος Σωκράτης
ὀρθῶς.

Ξένος
οὐκοῦν μιμήματα μὲν ἂν ἑκάστων ταῦτα εἴη τῆς ἀληθείας, τὰ παρὰ τῶν εἰδότων εἰς δύναμιν εἶναι γεγραμμένα;

Νεώτερος Σωκράτης
πῶς δ᾽ οὔ;

Ξένος
καὶ μὴν τόν γε εἰδότα ἔφαμεν, τὸν ὄντως πολιτικόν, εἰ μεμνήμεθα, ποιήσειν τῇ τέχνῃ πολλὰ εἰς τὴν αὑτοῦ πρᾶξιν τῶν γραμμάτων οὐδὲν φροντίζοντα, ὁπόταν ἄλλ᾽ αὐτῷ [300δ] βελτίω δόξῃ παρὰ τὰ γεγραμμένα ὑφ᾽ αὑτοῦ καὶ ἐπεσταλμένα ἀποῦσίν τισιν.

Νεώτερος Σωκράτης
ἔφαμεν γάρ.

Ξένος
οὐκοῦν ἀνὴρ ὁστισοῦν εἷς πλῆθος ὁτιοῦν, οἷς ἂν νόμοι κείμενοι τυγχάνωσι, παρὰ ταῦτα ὅτι ἂν ἐπιχειρήσωσι ποιεῖν ὡς βέλτιον ἕτερον ὄν, ταὐτὸν δρῶσι κατὰ δύναμιν ὅπερ ἀληθινὸς ἐκεῖνος;

Νεώτερος Σωκράτης
πάνυ μὲν οὖν.

Ξένος
ἆρ᾽ οὖν εἰ μὲν ἀνεπιστήμονες ὄντες τὸ τοιοῦτον δρῷεν, μιμεῖσθαι μὲν ἂν ἐπιχειροῖεν τὸ ἀληθές, μιμοῖντ᾽ ἂν [300ε] μέντοι παγκάκως: εἰ δ᾽ ἔντεχνοι, τοῦτο οὐκ ἔστιν ἔτι μίμημα ἀλλ᾽ αὐτὸ τὸ ἀληθέστατον ἐκεῖνο;

Νεώτερος Σωκράτης
πάντως που.

Ξένος
καὶ μὴν ἔμπροσθέ γε ὡμολογημένον ἡμῖν κεῖται μηδὲν πλῆθος μηδ᾽ ἡντινοῦν δυνατὸν εἶναι λαβεῖν τέχνην.

Νεώτερος Σωκράτης
κεῖται γὰρ οὖν.

Ξένος
οὐκοῦν εἰ μὲν ἔστι βασιλική τις τέχνη, τὸ τῶν πλουσίων πλῆθος καὶ σύμπας δῆμος οὐκ ἄν ποτε λάβοι τὴν πολιτικὴν ταύτην ἐπιστήμην.

Νεώτερος Σωκράτης
πῶς γὰρ ἄν;

Ξένος
δεῖ δὴ τὰς τοιαύτας γε ὡς ἔοικε πολιτείας, εἰ μέλλουσι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: