previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[201α] ἐμπόδιον γενόμενον αὐτὸ φήνειεν τὸ ζητούμενον, μένουσι δὲ δῆλον οὐδέν.

Θεαίτητος
ὀρθῶς λέγεις: ἀλλ᾽ ἴωμέν γε καὶ σκοπῶμεν.

Σωκράτης
οὐκοῦν τοῦτό γε βραχείας σκέψεως: τέχνη γάρ σοι ὅλη σημαίνει μὴ εἶναι ἐπιστήμην αὐτό.

Θεαίτητος
πῶς δή; καὶ τίς αὕτη;

Σωκράτης
τῶν μεγίστων εἰς σοφίαν, οὓς δὴ καλοῦσιν ῥήτοράς τε καὶ δικανικούς. οὗτοι γάρ που τῇ ἑαυτῶν τέχνῃ πείθουσιν οὐ διδάσκοντες ἀλλὰ δοξάζειν ποιοῦντες ἂν βούλωνται. σὺ οἴει δεινούς τινας οὕτω διδασκάλους εἶναι, [201β] ὥστε οἷς μὴ παρεγένοντό τινες ἀποστερουμένοις χρήματα τι ἄλλο βιαζομένοις, τούτοις δύνασθαι πρὸς ὕδωρ σμικρὸν διδάξαι ἱκανῶς τῶν γενομένων τὴν ἀλήθειαν;

Θεαίτητος
οὐδαμῶς ἔγωγε οἶμαι, ἀλλὰ πεῖσαι μέν.

Σωκράτης
τὸ πεῖσαι δ᾽ οὐχὶ δοξάσαι λέγεις ποιῆσαι;

Θεαίτητος
τί μήν;

Σωκράτης
οὐκοῦν ὅταν δικαίως πεισθῶσιν δικασταὶ περὶ ὧν ἰδόντι μόνον ἔστιν εἰδέναι, ἄλλως δὲ μή, ταῦτα τότε ἐξ [201ξ] ἀκοῆς κρίνοντες, ἀληθῆ δόξαν λαβόντες, ἄνευ ἐπιστήμης ἔκριναν, ὀρθὰ πεισθέντες, εἴπερ εὖ ἐδίκασαν;

Θεαίτητος
παντάπασι μὲν οὖν.

Σωκράτης
οὐκ ἄν, φίλε, εἴ γε ταὐτὸν ἦν δόξα τε ἀληθὴςκαὶ δικαστήριακαὶ ἐπιστήμη, ὀρθά ποτ᾽ ἂν δικαστὴς ἄκρος ἐδόξαζεν ἄνευ ἐπιστήμης: νῦν δὲ ἔοικεν ἄλλο τι ἑκάτερον εἶναι.

Θεαίτητος
γε ἐγώ, Σώκρατες, εἰπόντος του ἀκούσας ἐπελελήσμην, νῦν δ᾽ ἐννοῶ: ἔφη δὲ τὴν μὲν μετὰ λόγου [201δ] ἀληθῆ δόξαν ἐπιστήμην εἶναι, τὴν δὲ ἄλογον ἐκτὸς ἐπιστήμης: καὶ ὧν μὲν μή ἐστι λόγος, οὐκ ἐπιστητὰ εἶναι, οὑτωσὶ καὶ ὀνομάζων, δ᾽ ἔχει, ἐπιστητά.

Σωκράτης
καλῶς λέγεις. τὰ δὲ δὴ ἐπιστητὰ ταῦτα καὶ μὴ πῇ διῄρει, λέγε, εἰ ἄρα κατὰ ταὐτὰ σύ τε κἀγὼ ἀκηκόαμεν.

Θεαίτητος
ἀλλ᾽ οὐκ οἶδα εἰ ἐξευρήσω: λέγοντος μεντἂν ἑτέρου, ὡς ἐγᾦμαι, ἀκολουθήσαιμ᾽ ἄν.

Σωκράτης
ἄκουε δὴ ὄναρ ἀντὶ ὀνείρατος. ἐγὼ γὰρ αὖ ἐδόκουν [201ε] ἀκούειν τινῶν ὅτι τὰ μὲν πρῶτα οἱονπερεὶ στοιχεῖα, ἐξ ὧν ἡμεῖς τε συγκείμεθα καὶ τἆλλα, λόγον οὐκ ἔχοι. αὐτὸ γὰρ καθ᾽ αὑτὸ ἕκαστον ὀνομάσαι μόνον εἴη, προσειπεῖν δὲ οὐδὲν ἄλλο δυνατόν, οὔθ᾽ ὡς ἔστιν, οὔθ᾽ ὡς οὐκ ἔστιν: ἤδη γὰρ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: