[195β]
Θεαίτητος
ὀρθότατα ἀνθρώπων λέγεις, ὦ Σώκρατες.Σωκράτης
φῶμεν ἄρα ἐν ἡμῖν ψευδεῖς δόξας εἶναι;Θεαίτητος
σφόδρα γε.Σωκράτης
καὶ ἀληθεῖς δή;Θεαίτητος
καὶ ἀληθεῖς.Σωκράτης
ἤδη οὖν οἰόμεθα ἱκανῶς ὡμολογῆσθαι ὅτι παντὸς μᾶλλον ἐστὸν ἀμφοτέρα τούτω τὼ δόξα;Θεαίτητος
ὑπερφυῶς μὲν οὖν.Σωκράτης
δεινόν τε, ὦ Θεαίτητε, ὡς ἀληθῶς κινδυνεύει καὶ ἀηδὲς εἶναι ἀνὴρ ἀδολέσχης.Θεαίτητος
τί δέ; πρὸς τί τοῦτ᾽ εἶπες;