previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[260α] εἶναι ἀνάγκην τῷ μέλλοντι ῥήτορι ἔσεσθαι τὰ τῷ ὄντι δίκαια μανθάνειν ἀλλὰ τὰ δόξαντ᾽ ἂν πλήθει οἵπερ δικάσουσιν, οὐδὲ τὰ ὄντως ἀγαθὰ καλὰ ἀλλ᾽ ὅσα δόξει: ἐκ γὰρ τούτων εἶναι τὸ πείθειν ἀλλ᾽ οὐκ ἐκ τῆς ἀληθείας.

Σωκράτης
οὔτοι ἀπόβλητον ἔποςεἶναι δεῖ, Φαῖδρε, ἂν εἴπωσι σοφοί, ἀλλὰ σκοπεῖν μή τι λέγωσι: καὶ δὴ καὶ τὸ νῦν λεχθὲν οὐκ ἀφετέον.

Φαῖδρος
ὀρθῶς λέγεις.

Σωκράτης
ὧδε δὴ σκοπῶμεν αὐτό.

Φαῖδρος
πῶς; [260β]

Σωκράτης
εἴ σε πείθοιμι ἐγὼ πολεμίους ἀμύνειν κτησάμενον ἵππον, ἄμφω δὲ ἵππον ἀγνοοῖμεν, τοσόνδε μέντοι τυγχάνοιμι εἰδὼς περὶ σοῦ, ὅτι Φαῖδρος ἵππον ἡγεῖται τὸ τῶν ἡμέρων ζῴων μέγιστα ἔχον ὦτα

Φαῖδρος
γελοῖόν γ᾽ ἄν, Σώκρατες, εἴη.

Σωκράτης
οὔπω γε: ἀλλ᾽ ὅτε δὴ σπουδῇ σε πείθοιμι, συντιθεὶς λόγον ἔπαινον κατὰ τοῦ ὄνου, ἵππον ἐπονομάζων καὶ λέγων ὡς παντὸς ἄξιον τὸ θρέμμα οἴκοι τε κεκτῆσθαι καὶ ἐπὶ στρατιᾶς, ἀποπολεμεῖν τε χρήσιμον καὶ πρός γ᾽ ἐνεγκεῖν δυνατὸν [260ξ] σκεύη καὶ ἄλλα πολλὰ ὠφέλιμον.

Φαῖδρος
παγγέλοιόν γ᾽ ἂν ἤδη εἴη.

Σωκράτης
ἆρ᾽ οὖν οὐ κρεῖττον γελοῖον καὶ φίλον δεινόν τε καὶ ἐχθρὸν εἶναι φίλον;

Φαῖδρος
φαίνεται.

Σωκράτης
ὅταν οὖν ῥητορικὸς ἀγνοῶν ἀγαθὸν καὶ κακόν, λαβὼν πόλιν ὡσαύτως ἔχουσαν πείθῃ, μὴ περὶ ὄνου σκιᾶς ὡς ἵππου τὸν ἔπαινον ποιούμενος, ἀλλὰ περὶ κακοῦ ὡς ἀγαθοῦ, δόξας δὲ πλήθους μεμελετηκὼς πείσῃ κακὰ πράττειν ἀντ᾽ ἀγαθῶν, ποῖόν τιν᾽ ἂν οἴει μετὰ ταῦτα τὴν ῥητορικὴν [260δ] καρπὸν ὧν ἔσπειρε θερίζειν;

Φαῖδρος
οὐ πάνυ γε ἐπιεικῆ.

Σωκράτης
ἆρ᾽ οὖν, ἀγαθέ, ἀγροικότερον τοῦ δέοντος λελοιδορήκαμεν τὴν τῶν λόγων τέχνην; δ᾽ ἴσως ἂν εἴποι: ‘τί ποτ᾽, θαυμάσιοι, ληρεῖτε; ἐγὼ γὰρ οὐδέν᾽ ἀγνοοῦντα τἀληθὲς ἀναγκάζω μανθάνειν λέγειν, ἀλλ᾽, εἴ τι ἐμὴ συμβουλή, κτησάμενον ἐκεῖνο οὕτως ἐμὲ λαμβάνειν: τόδε δ᾽ οὖν μέγα λέγω, ὡς ἄνευ ἐμοῦ τῷ τὰ ὄντα εἰδότι οὐδέν τι μᾶλλον ἔσται πείθειν τέχνῃ.’ [260ε]

Φαῖδρος
οὐκοῦν δίκαια ἐρεῖ, λέγουσα ταῦτα;

Σωκράτης
φημί, ἐὰν οἵ γ᾽ ἐπιόντες αὐτῇ λόγοι μαρτυρῶσιν εἶναι τέχνῃ. ὥσπερ γὰρ ἀκούειν δοκῶ τινων προσιόντων καὶ διαμαρτυρομένων λόγων, ὅτι ψεύδεται καὶ οὐκ ἔστι τέχνη ἀλλ᾽ ἄτεχνος τριβή: τοῦ δὲ λέγειν, φησὶν Λάκων, ἔτυμος τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτ᾽ ἔστιν οὔτε μή ποτε ὕστερον γένηται.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: