previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[261α]

Φαῖδρος
τούτων δεῖ τῶν λόγων, Σώκρατες: ἀλλὰ δεῦρο αὐτοὺς παράγων ἐξέταζε τί καὶ πῶς λέγουσιν.

Σωκράτης
πάριτε δή, θρέμματα γενναῖα, καλλίπαιδά τε Φαῖδρον πείθετε ὡς ἐὰν μὴ ἱκανῶς φιλοσοφήσῃ, οὐδὲ ἱκανός ποτε λέγειν ἔσται περὶ οὐδενός. ἀποκρινέσθω δὴ Φαῖδρος.

Φαῖδρος
ἐρωτᾶτε.

Σωκράτης
ἆρ᾽ οὖν οὐ τὸ μὲν ὅλον ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων, οὐ μόνον ἐν δικαστηρίοις καὶ ὅσοι ἄλλοι δημόσιοι σύλλογοι, ἀλλὰ καὶ ἐν ἰδίοις, αὐτὴ σμικρῶν [261β] τε καὶ μεγάλων πέρι, καὶ οὐδὲν ἐντιμότερον τό γε ὀρθὸν περὶ σπουδαῖα περὶ φαῦλα γιγνόμενον; πῶς σὺ ταῦτ᾽ ἀκήκοας;

Φαῖδρος
οὐ μὰ τὸν Δί᾽ οὐ παντάπασιν οὕτως, ἀλλὰ μάλιστα μέν πως περὶ τὰς δίκας λέγεταί τε καὶ γράφεται τέχνῃ, λέγεται δὲ καὶ περὶ δημηγορίας: ἐπὶ πλέον δὲ οὐκ ἀκήκοα.

Σωκράτης
ἀλλ᾽ τὰς Νέστορος καὶ Ὀδυσσέως τέχνας μόνον περὶ λόγων ἀκήκοας, ἃς ἐν Ἰλίῳ σχολάζοντες συνεγραψάτην, τῶν δὲ Παλαμήδους ἀνήκοος γέγονας; [261ξ]

Φαῖδρος
καὶ ναὶ μὰ Δί᾽ ἔγωγε τῶν Νέστορος, εἰ μὴ Γοργίαν Νέστορά τινα κατασκευάζεις, τινα Θρασύμαχόν τε καὶ Θεόδωρον Ὀδυσσέα.

Σωκράτης
ἴσως. ἀλλὰ γὰρ τούτους ἐῶμεν: σὺ δ᾽ εἰπέ, ἐν δικαστηρίοις οἱ ἀντίδικοι τί δρῶσιν; οὐκ ἀντιλέγουσιν μέντοι; τί φήσομεν;

Φαῖδρος
τοῦτ᾽ αὐτό.

Σωκράτης
περὶ τοῦ δικαίου τε καὶ ἀδίκου;

Φαῖδρος
ναί.

Σωκράτης
οὐκοῦν τέχνῃ τοῦτο δρῶν ποιήσει φανῆναι τὸ [261δ] αὐτὸ τοῖς αὐτοῖς τοτὲ μὲν δίκαιον, ὅταν δὲ βούληται, ἄδικον;

Φαῖδρος
τί μήν;

Σωκράτης
καὶ ἐν δημηγορίᾳ δὴ τῇ πόλει δοκεῖν τὰ αὐτὰ τοτὲ μὲν ἀγαθά, τοτὲ δ᾽ αὖ τἀναντία;

Φαῖδρος
οὕτως.

Σωκράτης
τὸν οὖν Ἐλεατικὸν Παλαμήδην λέγοντα οὐκ ἴσμεν τέχνῃ, ὥστε φαίνεσθαι τοῖς ἀκούουσι τὰ αὐτὰ ὅμοια καὶ ἀνόμοια, καὶ ἓν καὶ πολλά, μένοντά τε αὖ καὶ φερόμενα;

Φαῖδρος
μάλα γε.

Σωκράτης
οὐκ ἄρα μόνον περὶ δικαστήριά τέ ἐστιν ἀντιλογικὴ [261ε] καὶ περὶ δημηγορίαν, ἀλλ᾽, ὡς ἔοικε, περὶ πάντα τὰ λεγόμενα μία τις τέχνη, εἴπερ ἔστιν, αὕτη ἂν εἴη, τις οἷός τ᾽ ἔσται πᾶν παντὶ ὁμοιοῦν τῶν δυνατῶν καὶ οἷς δυνατόν, καὶ ἄλλου ὁμοιοῦντος καὶ ἀποκρυπτομένου εἰς φῶς ἄγειν.

Φαῖδρος
πῶς δὴ τὸ τοιοῦτον λέγεις;

Σωκράτης
τῇδε δοκῶ ζητοῦσιν φανεῖσθαι. ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον ὀλίγον;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: