previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[264α] δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὢν σοῦ τυγχάνω. ὡς ἐκείνοις μὲν τότε μεταμέλει ὧν ἂν εὖ ποιήσωσιν, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται:’ —

Σωκράτης
πολλοῦ δεῖν ἔοικε ποιεῖν ὅδε γε ζητοῦμεν, ὃς οὐδὲ ἀπ᾽ ἀρχῆς ἀλλ᾽ ἀπὸ τελευτῆς ἐξ ὑπτίας ἀνάπαλιν διανεῖν ἐπιχειρεῖ τὸν λόγον, καὶ ἄρχεται ἀφ᾽ ὧν πεπαυμένος ἂν ἤδη ἐραστὴς λέγοι πρὸς τὰ παιδικά. οὐδὲν εἶπον, Φαῖδρε, φίλη κεφαλή; [264β]

Φαῖδρος
ἔστιν γέ τοι δή, Σώκρατες, τελευτή, περὶ οὗ τὸν λόγον ποιεῖται.

Σωκράτης
τί δὲ τἆλλα; οὐ χύδην δοκεῖ βεβλῆσθαι τὰ τοῦ λόγου; φαίνεται τὸ δεύτερον εἰρημένον ἔκ τινος ἀνάγκης δεύτερον δεῖν τεθῆναι, τι ἄλλο τῶν ῥηθέντων; ἐμοὶ μὲν γὰρ ἔδοξεν, ὡς μηδὲν εἰδότι, οὐκ ἀγεννῶς τὸ ἐπιὸν εἰρῆσθαι τῷ γράφοντι: σὺ δ᾽ ἔχεις τινὰ ἀνάγκην λογογραφικὴν ταῦτα ἐκεῖνος οὕτως ἐφεξῆς παρ᾽ ἄλληλα ἔθηκεν;

Φαῖδρος
χρηστὸς εἶ, ὅτι με ἡγῇ ἱκανὸν εἶναι τὰ ἐκείνου [264ξ] οὕτως ἀκριβῶς διιδεῖν.

Σωκράτης
ἀλλὰ τόδε γε οἶμαί σε φάναι ἄν, δεῖν πάντα λόγον ὥσπερ ζῷον συνεστάναι σῶμά τι ἔχοντα αὐτὸν αὑτοῦ, ὥστε μήτε ἀκέφαλον εἶναι μήτε ἄπουν, ἀλλὰ μέσα τε ἔχειν καὶ ἄκρα, πρέποντα ἀλλήλοις καὶ τῷ ὅλῳ γεγραμμένα.

Φαῖδρος
πῶς γὰρ οὔ;

Σωκράτης
σκέψαι τοίνυν τὸν τοῦ ἑταίρου σου λόγον εἴτε οὕτως εἴτε ἄλλως ἔχει, καὶ εὑρήσεις τοῦ ἐπιγράμματος οὐδὲν διαφέροντα, Μίδᾳ τῷ Φρυγί φασίν τινες ἐπιγεγράφθαι. [264δ]

Φαῖδρος
ποῖον τοῦτο, καὶ τί πεπονθός;

Σωκράτης
ἔστι μὲν τοῦτο τόδε—“χαλκῆ παρθένος εἰμί, Μίδα δ᾽ ἐπὶ σήματι κεῖμαι.
ὄφρ᾽ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,
αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου,
ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται.
Midas [264ε] ὅτι δ᾽ οὐδὲν διαφέρει αὐτοῦ πρῶτον ὕστατόν τι λέγεσθαι, ἐννοεῖς που, ὡς ἐγᾦμαι.

Φαῖδρος
σκώπτεις τὸν λόγον ἡμῶν, Σώκρατες.

Σωκράτης
τοῦτον μὲν τοίνυν, ἵνα μὴ σὺ ἄχθῃ, ἐάσωμενκαίτοι συχνά γε ἔχειν μοι δοκεῖ παραδείγματα πρὸς τις βλέπων ὀνίναιτ᾽ ἄν, μιμεῖσθαι αὐτὰ ἐπιχειρῶν μὴ πάνυ τιεἰς δὲ τοὺς ἑτέρους λόγους ἴωμεν. ἦν γάρ τι ἐν αὐτοῖς, ὡς δοκῶ, προσῆκον ἰδεῖν τοῖς βουλομένοις περὶ λόγων σκοπεῖν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: