previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[271α]

Σωκράτης
οὐκοῦν ἅμιλλα αὐτῷ τέταται πρὸς τοῦτο πᾶσα: πειθὼ γὰρ ἐν τούτῳ ποιεῖν ἐπιχειρεῖ. γάρ;

Φαῖδρος
ναί.

Σωκράτης
δῆλον ἄρα ὅτι Θρασύμαχός τε καὶ ὃς ἂν ἄλλος σπουδῇ τέχνην ῥητορικὴν διδῷ, πρῶτον πάσῃ ἀκριβείᾳ γράψει τε καὶ ποιήσει ψυχὴν ἰδεῖν, πότερον ἓν καὶ ὅμοιον πέφυκεν κατὰ σώματος μορφὴν πολυειδές: τοῦτο γάρ φαμεν φύσιν εἶναι δεικνύναι.

Φαῖδρος
παντάπασι μὲν οὖν.

Σωκράτης
δεύτερον δέ γε, ὅτῳ τί ποιεῖν παθεῖν ὑπὸ τοῦ πέφυκεν.

Φαῖδρος
τί μήν; [271β]

Σωκράτης
τρίτον δὲ δὴ διαταξάμενος τὰ λόγων τε καὶ ψυχῆς γένη καὶ τὰ τούτων παθήματα δίεισι πάσας αἰτίας, προσαρμόττων ἕκαστον ἑκάστῳ καὶ διδάσκων οἵα οὖσα ὑφ᾽ οἵων λόγων δι᾽ ἣν αἰτίαν ἐξ ἀνάγκης μὲν πείθεται, δὲ ἀπειθεῖ.

Φαῖδρος
κάλλιστα γοῦν ἄν, ὡς ἔοικ᾽, ἔχοι οὕτως.

Σωκράτης
οὔτοι μὲν οὖν, φίλε, ἄλλως ἐνδεικνύμενον λεγόμενον τέχνῃ ποτὲ λεχθήσεται γραφήσεται οὔτε τι [271ξ] ἄλλο οὔτε τοῦτο. ἀλλ᾽ οἱ νῦν γράφοντες, ὧν σὺ ἀκήκοας, τέχνας λόγων πανοῦργοί εἰσιν καὶ ἀποκρύπτονται, εἰδότες ψυχῆς πέρι παγκάλως: πρὶν ἂν οὖν τὸν τρόπον τοῦτον λέγωσί τε καὶ γράφωσι, μὴ πειθώμεθα αὐτοῖς τέχνῃ γράφειν.

Φαῖδρος
τίνα τοῦτον;

Σωκράτης
αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν οὐκ εὐπετές: ὡς δὲ δεῖ γράφειν, εἰ μέλλει τεχνικῶς ἔχειν καθ᾽ ὅσον ἐνδέχεται, λέγειν ἐθέλω.

Φαῖδρος
λέγε δή.

Σωκράτης
ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, [271δ] τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται: τούτων δὲ δὴ οὕτω διῃρημένων, λόγων αὖ τόσα καὶ τόσα ἔστιν εἴδη, τοιόνδε ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν ἐς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς: δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα, [271ε] ὀξέως τῇ αἰσθήσει δύνασθαι ἐπακολουθεῖν, μηδὲν εἶναί πω πλέον αὐτῷ ὧν τότε ἤκουεν λόγων συνών. ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφ᾽ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: