previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60α] δοκεῖ ἔχειν, τὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν.

Πρώταρχος
τί μήν;

Σωκράτης
φέρε δὴ πρὸς Διός: οἶμαι γὰρ οὑτωσί πως τὰ τότε λεχθέντα ῥηθῆναι.

Πρώταρχος
πῶς;

Σωκράτης
Φίληβός φησι τὴν ἡδονὴν σκοπὸν ὀρθὸν πᾶσι ζῴοις γεγονέναι καὶ δεῖν πάντας τούτου στοχάζεσθαι, καὶ δὴ καὶ τἀγαθὸν τοῦτ᾽ αὐτὸ εἶναι σύμπασι, καὶ δύο ὀνόματα, ἀγαθὸν καὶ ἡδύ, ἑνί τινι καὶ φύσει μιᾷ τούτω ὀρθῶς [60β] τεθέντ᾽ ἔχειν: Σωκράτης δ᾽ ἓν μὲν οὔ φησι τοῦτ᾽ εἶναι, δύο δὲ καθάπερ τὰ ὀνόματα, καὶ τό τε ἀγαθὸν καὶ ἡδὺ διάφορον ἀλλήλων φύσιν ἔχειν, μᾶλλον δὲ μέτοχον εἶναι τῆς τοῦ ἀγαθοῦ μοίρας τὴν φρόνησιν τὴν ἡδονήν. οὐ ταῦτ᾽ ἔστιν τε καὶ ἦν τὰ τότε λεγόμενα, Πρώταρχε;

Πρώταρχος
σφόδρα μὲν οὖν.

Σωκράτης
οὐκοῦν καὶ τόδε καὶ τότε καὶ νῦν ἡμῖν ἂν συνομολογοῖτο;

Πρώταρχος
τὸ ποῖον;

Σωκράτης
τὴν τἀγαθοῦ διαφέρειν φύσιν τῷδε τῶν ἄλλων. [60ξ]

Πρώταρχος
τίνι;

Σωκράτης
ὧι παρείη τοῦτ᾽ ἀεὶ τῶν ζῴων διὰ τέλους πάντως καὶ πάντῃ, μηδενὸς ἑτέρου ποτὲ ἔτι προσδεῖσθαι, τὸ δὲ ἱκανὸν τελεώτατον ἔχειν. οὐχ οὕτως;

Πρώταρχος
οὕτω μὲν οὖν.

Σωκράτης
οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μηδὲ τὸ σμικρότατον ἔχουσαν;

Πρώταρχος
ἦν ταῦτα.

Σωκράτης
μῶν οὖν ἡμῖν αὐτῶν τότε πότερον ἱκανὸν ἔδοξεν [60δ] εἶναί τῳ;

Πρώταρχος
καὶ πῶς;

Σωκράτης
εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆς αὐτῆς ἰδέας τιθέμενος καὶ σκοπῶν εἴ τις ἄνευ τούτων δέξαιτ᾽ ἄν οἱ καὶ ὁτιοῦν εἶναι καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθ᾽ ὡς πλείστην εἴθ᾽ ὡς σφοδροτάτην, ἣν μήτε ἀληθῶς δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθος μήτ᾽ αὖ [60ε] μνήμην τοῦ πάθους μηδ᾽ ὁντινοῦν χρόνον ἔχοι. ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτ᾽ ἂν φρόνησιν ἔχειν μᾶλλον μετά τινων ἡδονῶν πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον μετὰ φρονήσεως αὖ τινος.

Πρώταρχος
οὐκ ἔστιν, Σώκρατες, ἀλλ᾽ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: