previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[202α]

μάλιστά γε.

καὶ ἂν μὴ σοφόν, ἀμαθές; οὐκ ᾔσθησαι ὅτι ἔστιν τι μεταξὺ σοφίας καὶ ἀμαθίας;

τί τοῦτο;

τὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι οὐκ οἶσθ᾽, ἔφη, ὅτι οὔτε ἐπίστασθαί ἐστινἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη; —οὔτε ἀμαθίατὸ γὰρ τοῦ ὄντος τυγχάνον πῶς ἂν εἴη ἀμαθία; —ἔστι δὲ δήπου τοιοῦτον ὀρθὴ δόξα, μεταξὺ φρονήσεως καὶ ἀμαθίας.

ἀληθῆ, ἦν δ᾽ ἐγώ, λέγεις. [202β]

μὴ τοίνυν ἀνάγκαζε μὴ καλόν ἐστιν αἰσχρὸν εἶναι, μηδὲ μὴ ἀγαθόν, κακόν. οὕτω δὲ καὶ τὸν ἔρωτα ἐπειδὴ αὐτὸς ὁμολογεῖς μὴ εἶναι ἀγαθὸν μηδὲ καλόν, μηδέν τι μᾶλλον οἴου δεῖν αὐτὸν αἰσχρὸν καὶ κακὸν εἶναι, ἀλλά τι μεταξύ, ἔφη, τούτοιν.

καὶ μήν, ἦν δ᾽ ἐγώ, ὁμολογεῖταί γε παρὰ πάντων μέγας θεὸς εἶναι.

τῶν μὴ εἰδότων, ἔφη, πάντων λέγεις, καὶ τῶν εἰδότων;

συμπάντων μὲν οὖν.

καὶ γελάσασα καὶ πῶς ἄν, ἔφη, Σώκρατες, [202ξ] ὁμολογοῖτο μέγας θεὸς εἶναι παρὰ τούτων, οἵ φασιν αὐτὸν οὐδὲ θεὸν εἶναι;

τίνες οὗτοι; ἦν δ᾽ ἐγώ.

εἷς μέν, ἔφη, σύ, μία δ᾽ ἐγώ.

κἀγὼ εἶπον, πῶς τοῦτο, ἔφην, λέγεις;

καὶ , ῥᾳδίως, ἔφη. λέγε γάρ μοι, οὐ πάντας θεοὺς φῂς εὐδαίμονας εἶναι καὶ καλούς; τολμήσαις ἄν τινα μὴ φάναι καλόν τε καὶ εὐδαίμονα θεῶν εἶναι;

μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἔφην.

εὐδαίμονας δὲ δὴ λέγεις οὐ τοὺς τἀγαθὰ καὶ τὰ καλὰ κεκτημένους;

πάνυ γε. [202δ]

ἀλλὰ μὴν Ἔρωτά γε ὡμολόγηκας δι᾽ ἔνδειαν τῶν ἀγαθῶν καὶ καλῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστιν.

ὡμολόγηκα γάρ.

πῶς ἂν οὖν θεὸς εἴη γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος;

οὐδαμῶς, ὥς γ᾽ ἔοικεν.

ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ ἔρωτα οὐ θεὸν νομίζεις;

τί οὖν ἄν, ἔφην, εἴη Ἔρως; θνητός;

ἥκιστά γε.

ἀλλὰ τί μήν;

ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου.

τί οὖν, Διοτίμα;

δαίμων μέγας, Σώκρατες: καὶ γὰρ πᾶν τὸ δαιμόνιον [202ε] μεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ.

τίνα, ἦν δ᾽ ἐγώ, δύναμιν ἔχον;

ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρ᾽ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν, ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι. διὰ τούτου καὶ μαντικὴ πᾶσα χωρεῖ καὶ τῶν ἱερέων τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τελετὰς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. G. Bury)
load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: