previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[118α] εἰδότες ὅτι οὐκ ἴσασιν, ἄλλοι λείπονται οἱ μὴ εἰδότες, οἰόμενοι δ᾽ εἰδέναι;

Ἀλκιβιάδης
οὔκ, ἀλλ᾽ οὗτοι.

Σωκράτης
αὕτη ἄρα ἄγνοια τῶν κακῶν αἰτία καὶ ἐπονείδιστος ἀμαθία;

Ἀλκιβιάδης
ναί.

Σωκράτης
οὐκοῦν ὅταν περὶ τὰ μέγιστα, τότε κακουργοτάτη καὶ αἰσχίστη;

Ἀλκιβιάδης
πολύ γε.

Σωκράτης
τί οὖν; ἔχεις μείζω εἰπεῖν δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν καὶ συμφερόντων;

Ἀλκιβιάδης
οὐ δῆτα.

Σωκράτης
οὐκοῦν περὶ ταῦτα σὺ φῂς πλανᾶσθαι;

Ἀλκιβιάδης
ναί.

Σωκράτης
εἰ δὲ πλανᾷ, ἆρ᾽ οὐ δῆλον ἐκ τῶν ἔμπροσθεν ὅτι [118β] οὐ μόνον ἀγνοεῖς τὰ μέγιστα, ἀλλὰ καὶ οὐκ εἰδὼς οἴει αὐτὰ εἰδέναι;

Ἀλκιβιάδης
κινδυνεύω.

Σωκράτης
βαβαῖ ἄρα, Ἀλκιβιάδη, οἷον πάθος πέπονθας: ἐγὼ ὀνομάζειν μὲν ὀκνῶ, ὅμως δέ, ἐπειδὴ μόνω ἐσμέν, ῥητέον. ἀμαθίᾳ γὰρ συνοικεῖς, βέλτιστε, τῇ ἐσχάτῃ, ὡς λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ: διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε [118ξ] τῆς πόλεως, πλὴν ὀλίγων γε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους.

Ἀλκιβιάδης
λέγεταί γέ τοι, Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ: καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.

Σωκράτης
τί οὖν; ἤδη τιν᾽ εἶδες σοφὸν ὁτιοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξεν γράμματα, αὐτός τ᾽ ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὅντιν᾽ ἐβούλετο: γάρ;

Ἀλκιβιάδης
ναί. [118δ]

Σωκράτης
οὐκοῦν καὶ σὺ παρ᾽ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσῃ;

Ἀλκιβιάδης
ναί.

Σωκράτης
καὶ κιθαριστὴς δὲ καὶ παιδοτρίβης ὡσαύτως;

Ἀλκιβιάδης
πάνυ γε.

Σωκράτης
καλὸν γὰρ δήπου τεκμήριον τοῦτο τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον οἷοί τ᾽ ὦσιν ἀποδεῖξαι ἐπιστάμενον.

Ἀλκιβιάδης
ἔμοιγε δοκεῖ.

Σωκράτης
τί οὖν; ἔχεις εἰπεῖν Περικλῆς τίνα ἐποίησεν σοφόν, ἀπὸ τῶν ὑέων ἀρξάμενος; [118ε]

Ἀλκιβιάδης
τί δ᾽ εἰ τὼ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, Σώκρατες;

Σωκράτης
ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν.

Ἀλκιβιάδης
τί δ᾽ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον;

Σωκράτης
ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, δι᾽ ὅτι σε οὕτως ἔχοντα περιορᾷ;

Ἀλκιβιάδης
ἐγὼ οἶμαι αἴτιος οὐ προσέχων τὸν νοῦν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1955)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: