previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[119α]

Σωκράτης
ἀλλὰ τῶν ἄλλων Ἀθηναίων τῶν ξένων δοῦλον ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονέναι, ὥσπερ ἐγὼ ἔχω σοι εἰπεῖν διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου, ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν.

Ἀλκιβιάδης
ἀλλὰ μὰ Δί᾽ οὐκ ἔχω.

Σωκράτης
εἶεν: τί οὖν διανοῇ περὶ σαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἐπιμέλειάν τινα ποιεῖσθαι; [119β]

Ἀλκιβιάδης
κοινὴ βουλή, Σώκρατες. καίτοι ἐννοῶ σου εἰπόντος καὶ συγχωρῶ: δοκοῦσι γάρ μοι οἱ τὰ τῆς πόλεως πράττοντες ἐκτὸς ὀλίγων ἀπαίδευτοι εἶναι.

Σωκράτης
εἶτα τί δὴ τοῦτο;

Ἀλκιβιάδης
εἰ μέν που ἦσαν πεπαιδευμένοι, ἔδει ἂν τὸν ἐπιχειροῦντα αὐτοῖς ἀνταγωνίζεσθαι μαθόντα καὶ ἀσκήσαντα ἰέναι ὡς ἐπ᾽ ἀθλητάς: νῦν δ᾽ ἐπειδὴ καὶ οὗτοι ἰδιωτικῶς ἔχοντες ἐληλύθασιν ἐπὶ τὰ τῆς πόλεως, τί δεῖ ἀσκεῖν καὶ μανθάνοντα πράγματα ἔχειν; ἐγὼ γὰρ εὖ οἶδ᾽ ὅτι τούτων [119ξ] τῇ γε φύσει πάνυ πολὺ περιέσομαι.

Σωκράτης
βαβαῖ, οἷον, ἄριστε, τοῦτ᾽ εἴρηκας: ὡς ἀνάξιον τῆς ἰδέας καὶ τῶν ἄλλων τῶν σοι ὑπαρχόντων.

Ἀλκιβιάδης
τί μάλιστα καὶ πρὸς τί τοῦτο λέγεις, Σώκρατες;

Σωκράτης
ἀγανακτῶ ὑπέρ τε σοῦ καὶ τοῦ ἐμαυτοῦ ἔρωτος.

Ἀλκιβιάδης
τί δή;

Σωκράτης
εἰ ἠξίωσας τὸν ἀγῶνά σοι εἶναι πρὸς τοὺς ἐνθάδε ἀνθρώπους.

Ἀλκιβιάδης
ἀλλὰ πρὸς τίνας μήν; [119δ]

Σωκράτης
ἄξιον τοῦτό γε καὶ ἐρέσθαι ἄνδρα οἰόμενον μεγαλόφρονα εἶναι.

Ἀλκιβιάδης
πῶς λέγεις; οὐ πρὸς τούτους μοι ἀγών;

Σωκράτης
ἀλλὰ κἂν εἰ τριήρη διενοοῦ κυβερνᾶν μέλλουσαν ναυμαχεῖν, ἤρκει ἄν σοι τῶν συνναυτῶν βελτίστῳ εἶναι τὰ κυβερνητικά, ταῦτα μὲν ᾤου ἂν δεῖν ὑπάρχειν, ἀπέβλεπες δ᾽ ἂν εἰς τοὺς ὡς ἀληθῶς ἀνταγωνιστάς, ἀλλ᾽ οὐχ ὡς νῦν εἰς τοὺς συναγωνιστάς; ὧν δήπου περιγενέσθαι σε δεῖ τοσοῦτον [119ε] ὥστε μὴ ἀξιοῦν ἀνταγωνίζεσθαι, ἀλλὰ καταφρονηθέντας συναγωνίζεσθαί σοι πρὸς τοὺς πολεμίους, εἰ δὴ τῷ ὄντι γε καλόν τι ἔργον ἀποδείξασθαι διανοῇ καὶ ἄξιον σαυτοῦ τε καὶ τῆς πόλεως.

Ἀλκιβιάδης
ἀλλὰ μὲν δὴ διανοοῦμαί γε.

Σωκράτης
πάνυ σοι ἄρα ἄξιον ἀγαπᾶν εἰ τῶν στρατιωτῶν βελτίων εἶ, ἀλλ᾽ οὐ πρὸς τοὺς τῶν ἀντιπάλων ἡγεμόνας ἀποβλέπειν εἴ ποτε ἐκείνων βελτίων γέγονας, σκοποῦντα καὶ ἀσκοῦντα πρὸς ἐκείνους.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1955)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: