[115α]
Σωκράτης
μαντικὸς γὰρ εἶ. καί μοι λέγε: τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δ᾽ οὔ;Ἀλκιβιάδης
ναί.Σωκράτης
τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δ᾽ οὔ;Ἀλκιβιάδης
πῶς τοῦτο ἐρωτᾷς;Σωκράτης
εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν;Ἀλκιβιάδης
οὐκ ἔμοιγε.Σωκράτης
ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά;Ἀλκιβιάδης
ναί.Σωκράτης
τί δ᾽ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δ᾽ οὔ;Ἀλκιβιάδης
οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι.Σωκράτης
ἦ καὶ αἰσχρὰ ἀγαθά;Ἀλκιβιάδης
ναί.