[104ξ]
πλουσίων: δοκεῖς δέ μοι ἐπὶ τούτῳ ἥκιστα μέγα φρονεῖν. κατὰ πάντα δὴ ταῦτα σύ τε μεγαλαυχούμενος κεκράτηκας τῶν ἐραστῶν ἐκεῖνοί τε ὑποδεέστεροι ὄντες ἐκρατήθησαν, καί σε ταῦτ᾽ οὐ λέληθεν: ὅθεν δὴ εὖ οἶδα ὅτι θαυμάζεις τί διανοούμενός ποτε οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος, καὶ ἥντιν᾽ ἔχων ἐλπίδα ὑπομένω τῶν ἄλλων πεφευγότων.Ἀλκιβιάδης
καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθ᾽ ὅτι σμικρόν
καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθ᾽ ὅτι σμικρόν