[106δ]
Ἀλκιβιάδης
εἴποιμ᾽ ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι.Σωκράτης
περὶ ὧν ἄρ᾽ εἰδὼς τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ.Ἀλκιβιάδης
πῶς γὰρ οὔ;Σωκράτης
οὐκοῦν ταῦτα μόνον οἶσθα, ἃ παρ᾽ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες;Ἀλκιβιάδης
ποῖα γὰρ ἄλλα;Σωκράτης
ἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξηῦρες μήτε μανθάνειν ἐθέλων μήτ᾽ αὐτὸς ζητεῖν;Ἀλκιβιάδης
οὐκ ἔστιν.Σωκράτης
τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου;Ἀλκιβιάδης
οὐ δῆτα.