[106ε]
Σωκράτης
ἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι;Ἀλκιβιάδης
ἀνάγκη.Σωκράτης
ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα: εἰ δέ τι ἐμὲ λέληθεν, εἰπέ. ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν: οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. ταῦτ᾽ ἐστὶν ἃ σὺ ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας: οἶμαι δέ γε, οὔτε νύκτωρ οὔτε μεθ᾽ ἡμέραν ἐξιὼν ἔνδοθεν.Ἀλκιβιάδης
ἀλλ᾽ οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων.