[107α]
Σωκράτης
πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;Ἀλκιβιάδης
μὰ Δί᾽ οὐκ ἔγωγε.Σωκράτης
ἀλλ᾽ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;Ἀλκιβιάδης
οὐδαμῶς.Σωκράτης
οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ.Ἀλκιβιάδης
οὐ μέντοι.Σωκράτης
ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.Ἀλκιβιάδης
οὐ δῆτα.Σωκράτης
οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει.