[115ξ]
Σωκράτης
ἆρ᾽ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος;Ἀλκιβιάδης
πάνυ γε.Σωκράτης
οὐκ ἄρα κατὰ ταὐτόν γ᾽ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν;Ἀλκιβιάδης
οὐ φαίνεται.Σωκράτης
ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν: τοῦτ᾽ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει: σὺ πότερ᾽ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά;Ἀλκιβιάδης
ἀγαθά.