[116β]
Ἀλκιβιάδης
οὐ φαίνεται.Σωκράτης
ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει;Ἀλκιβιάδης
ναί.Σωκράτης
οἱ δ᾽ εὖ πράττοντες οὐκ εὐδαίμονες;Ἀλκιβιάδης
πῶς γὰρ οὔ;Σωκράτης
οὐκοῦν εὐδαίμονες δι᾽ ἀγαθῶν κτῆσιν;Ἀλκιβιάδης
μάλιστα.Σωκράτης
κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν;Ἀλκιβιάδης
ναί.Σωκράτης
τὸ εὖ ἄρα πράττειν ἀγαθόν;Ἀλκιβιάδης
πῶς δ᾽ οὔ;Σωκράτης
οὐκοῦν καλὸν ἡ εὐπραγία;Ἀλκιβιάδης
ναί.