[117α]
Ἀλκιβιάδης
δέδοικα μὲν ἔγωγε ἤδη περὶ ἐμαυτοῦ, οἶμαι μέντοι τὰ αὐτά.Σωκράτης
οὐκοῦν ὅτι οἶσθα; τοῦτ᾽ αἴτιον;Ἀλκιβιάδης
οἶμαι ἔγωγε.Σωκράτης
περὶ ὧν ἄρα ἄκων τἀναντία ἀποκρίνῃ, δῆλον ὅτι περὶ τούτων οὐκ οἶσθα.Ἀλκιβιάδης
εἰκός γε.Σωκράτης
οὐκοῦν καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ καλῶν καὶ αἰσχρῶν καὶ κακῶν καὶ ἀγαθῶν καὶ συμφερόντων καὶ μὴ ἀποκρινόμενος φῂς πλανᾶσθαι; εἶτα οὐ δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι περὶ αὐτῶν, διὰ ταῦτα πλανᾷ;