[125β]
Σωκράτης
κακὸς ἄρα εἰς τοῦτο;Ἀλκιβιάδης
ναί.Σωκράτης
ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός.Ἀλκιβιάδης
φαίνεται.Σωκράτης
ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς;Ἀλκιβιάδης
οὐ δῆτα.Σωκράτης
ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις;Ἀλκιβιάδης
τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει.Σωκράτης
οὐ δήπου ἵππων γε;Ἀλκιβιάδης
οὐ δῆτα.Σωκράτης
ἀλλ᾽ ἀνθρώπων;Ἀλκιβιάδης
ναί.Σωκράτης
ἆρα καμνόντων;Ἀλκιβιάδης
οὔ.Σωκράτης
ἀλλὰ πλεόντων;Ἀλκιβιάδης
οὔ φημι.Σωκράτης
ἀλλὰ θεριζόντων;Ἀλκιβιάδης
οὔ.