[126β]
Ἀλκιβιάδης
ναί.Σωκράτης
καὶ εἴ μ᾽ αὖ ἔροιο: ‘τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα;’ ὡσαύτως εἴποιμ᾽ ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται.Ἀλκιβιάδης
ὀρθῶς.Σωκράτης
τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται;