[130α]
Σωκράτης
ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή;Ἀλκιβιάδης
οὐκ ἄλλο.Σωκράτης
οὐκοῦν ἄρχουσα;Ἀλκιβιάδης
ναί.Σωκράτης
καὶ μὴν τόδε γ᾽ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι.Ἀλκιβιάδης
τὸ ποῖον;Σωκράτης
μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.Ἀλκιβιάδης
τίνων;Σωκράτης
ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο.Ἀλκιβιάδης
τί μήν;Σωκράτης
ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι;