[131α]
Ἀλκιβιάδης
ἔοικεν.Σωκράτης
ὅστις ἄρα τῶν τοῦ σώματός τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλ᾽ οὐχ αὑτὸν ἔγνωκεν.Ἀλκιβιάδης
οὕτως.Σωκράτης
οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθ᾽ ὅσον ἰατρός, οὐδὲ τῶν παιδοτριβῶν, καθ᾽ ὅσον παιδοτρίβης.Ἀλκιβιάδης
οὐκ ἔοικεν.Σωκράτης
πολλοῦ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς. οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοί γε, ὡς ἔοικεν, ἀλλ᾽ ἔτι πορρωτέρω τῶν ἑαυτῶν κατά γε τὰς