[132β]
Σωκράτης
γύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε ἃ δεῖ μαθόντα ἰέναι ἐπὶ τὰ τῆς πόλεως, πρότερον δὲ μή, ἵν᾽ ἀλεξιφάρμακα ἔχων ἴῃς καὶ μηδὲν πάθῃς δεινόν.Ἀλκιβιάδης
εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες: ἀλλὰ πειρῶ ἐξηγεῖσθαι ὅντιν᾽ ἂν τρόπον ἐπιμεληθεῖμεν ἡμῶν αὐτῶν.Σωκράτης
οὐκοῦν τοσοῦτον μὲν ἡμῖν εἰς τὸ πρόσθεν πεπέρανται —ὃ γὰρ ἐσμέν, ἐπιεικῶς ὡμολόγηται—ἐφοβούμεθα δὲ μὴ τούτου σφαλέντες λάθωμεν ἑτέρου τινὸς ἐπιμελόμενοι ἀλλ᾽ οὐχ ἡμῶν.Ἀλκιβιάδης
ἔστι ταῦτα.