[134ξ]
καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις.Ἀλκιβιάδης
πῶς γὰρ οὔ;Σωκράτης
δύναιτο δ᾽ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι;Ἀλκιβιάδης
καὶ πῶς;Σωκράτης
αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως.Ἀλκιβιάδης
ἀληθῆ λέγεις.Σωκράτης
οὐκ ἄρα ἐξουσίαν σοι οὐδ᾽ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην.Ἀλκιβιάδης
φαίνεται.