[207ξ]
ἦν δ᾽ ἐγώ, πότερος ὑμῶν πρεσβύτερος;ἀμφισβητοῦμεν, ἔφη.οὐκοῦν καὶ ὁπότερος γενναιότερος, ἐρίζοιτ᾽ ἄν, ἦν δ᾽ ἐγώ.πάνυ γε, ἔφη.καὶ μὴν ὁπότερός γε καλλίων, ὡσαύτως.ἐγελασάτην οὖν ἄμφω.οὐ μὴν ὁπότερός γε, ἔφην, πλουσιώτερος ὑμῶν, οὐκ ἐρήσομαι: φίλω γάρ ἐστον. ἦ γάρ;πάνυ γ᾽, ἐφάτην.οὐκοῦν κοινὰ τά γε φίλων λέγεται, ὥστε τούτῳ γε οὐδὲν διοίσετον, εἴπερ ἀληθῆ περὶ τῆς φιλίας λέγετον.συνεφάτην.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.