previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[462α] μοι ἀπιέναι καὶ μὴ ἀκούειν σου; ἀλλ᾽ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενος ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενος, ὥσπερ ἐγώ τε καὶ Γοργίας, ἔλεγχέ τε καὶ ἐλέγχου. φῂς γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίας: οὔ;

Πῶλος
ἔγωγε.

Σωκράτης
οὐκοῦν καὶ σὺ κελεύεις σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τις βούληται, ὡς ἐπιστάμενος ἀποκρίνεσθαι;

Πῶλος
πάνυ μὲν οὖν. [462β]

Σωκράτης
καὶ νῦν δὴ τούτων ὁπότερον βούλει ποίει, ἐρώτα ἀποκρίνου.

Πῶλος
ἀλλὰ ποιήσω ταῦτα. καί μοι ἀπόκριναι, Σώκρατες: ἐπειδὴ Γοργίας ἀπορεῖν σοι δοκεῖ περὶ τῆς ῥητορικῆς, σὺ αὐτὴν τίνα φῂς εἶναι;

Σωκράτης
ἆρα ἐρωτᾷς ἥντινα τέχνην φημὶ εἶναι;

Πῶλος
ἔγωγε.

Σωκράτης
οὐδεμία ἔμοιγε δοκεῖ, Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.

Πῶλος
ἀλλὰ τί σοι δοκεῖ ῥητορικὴ εἶναι;

Σωκράτης
πρᾶγμα φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι [462ξ] ἐγὼ ἔναγχος ἀνέγνων.

Πῶλος
τί τοῦτο λέγεις;

Σωκράτης
ἐμπειρίαν ἔγωγέ τινα.

Πῶλος
ἐμπειρία ἄρα σοι δοκεῖ ῥητορικὴ εἶναι;

Σωκράτης
ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις.

Πῶλος
τίνος ἐμπειρία;

Σωκράτης
χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας.

Πῶλος
οὐκοῦν καλόν σοι δοκεῖ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις;

Σωκράτης
τί δέ, Πῶλε; ἤδη πέπυσαι παρ᾽ ἐμοῦ ὅτι φημὶ [462δ] αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι;

Πῶλος
οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι;

Σωκράτης
βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι;

Πῶλος
ἔγωγε.

Σωκράτης
ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι.

Πῶλος
ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία;

Σωκράτης
οὐδεμία, Πῶλε.

Πῶλος
ἀλλὰ τί; φάθι.

Σωκράτης
φημὶ δή, ἐμπειρία τις.

Πῶλος
τίς; φάθι.

Σωκράτης
φημὶ δή, χάριτος καὶ ἡδονῆς [462ε] ἀπεργασίας, Πῶλε.

Πῶλος
ταὐτὸν ἄρ᾽ ἐστὶν ὀψοποιία καὶ ῥητορική;

Σωκράτης
οὐδαμῶς γε, ἀλλὰ τῆς αὐτῆς μὲν ἐπιτηδεύσεως μόριον.

Πῶλος
τίνος λέγεις ταύτης;

Σωκράτης
μὴ ἀγροικότερον τὸ ἀληθὲς εἰπεῖν: ὀκνῶ γὰρ Γοργίου ἕνεκα λέγειν, μὴ οἴηταί με διακωμῳδεῖν τὸ ἑαυτοῦ ἐπιτήδευμα. ἐγὼ δέ, εἰ μὲν τοῦτό ἐστιν ῥητορικὴ ἣν Γοργίας


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: