[495ξ]
Σωκράτης
ἐπιχειρῶμεν ἄρα τῷ λόγῳ ὡς σοῦ σπουδάζοντος;Καλλίκλης
πάνυ γε σφόδρα.Σωκράτης
ἴθι δή μοι, ἐπειδὴ οὕτω δοκεῖ, διελοῦ τάδε: ἐπιστήμην που καλεῖς τι;Καλλίκλης
ἔγωγε.Σωκράτης
οὐ καὶ ἀνδρείαν νυνδὴ ἔλεγές τινα εἶναι μετὰ ἐπιστήμης;Καλλίκλης
ἔλεγον γάρ.Σωκράτης
ἄλλο τι οὖν ὡς ἕτερον τὴν ἀνδρείαν τῆς ἐπιστήμης δύο ταῦτα ἔλεγες;Καλλίκλης
σφόδρα γε.Σωκράτης
τί δέ; ἡδονὴν καὶ ἐπιστήμην ταὐτὸν ἢ ἕτερον;