[515δ]
Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης καὶ Θεμιστοκλῆς.Καλλίκλης
ἔμοιγε.Σωκράτης
οὐκοῦν εἴπερ ἀγαθοί, δῆλον ὅτι ἕκαστος αὐτῶν βελτίους ἐποίει τοὺς πολίτας ἀντὶ χειρόνων. ἐποίει ἢ οὔ;Καλλίκλης
ναί.Σωκράτης
οὐκοῦν ὅτε Περικλῆς ἤρχετο λέγειν ἐν τῷ δήμῳ, χείρους ἦσαν οἱ Ἀθηναῖοι ἢ ὅτε τὰ τελευταῖα ἔλεγεν;Καλλίκλης
ἴσως.Σωκράτης
οὐκ ἴσως δή, ὦ βέλτιστε, ἀλλ᾽ ἀνάγκη ἐκ τῶν ὡμολογημένων, εἴπερ ἀγαθός γ᾽ ἦν ἐκεῖνος πολίτης.