previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[340α] δίκαιος εἶ βοηθεῖν τῷ ἀνδρί. δοκῶ οὖν μοι ἐγὼ παρακαλεῖν σέ: ὥσπερ ἔφη Ὅμηρος τὸν Σκάμανδρον πολιορκούμενον ὑπὸ τοῦ Ἀχιλλέως τὸν Σιμόεντα παρακαλεῖν, εἰπόντα—“φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ
σχῶμεν, ...
Hom. Il. 21.308ἀτὰρ καὶ ἐγὼ σὲ παρακαλῶ, μὴ ἡμῖν Πρωταγόρας τὸν Σιμωνίδην ἐκπέρσῃ. καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμωνίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, τό τε βούλεσθαι καὶ [340β] ἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν, καὶ νυνδὴ εἶπες πολλά τε καὶ καλά. καὶ νῦν σκόπει εἴ σοι συνδοκεῖ ὅπερ ἐμοί. οὐ γὰρ φαίνεται ἐναντία λέγειν αὐτὸς αὑτῷ Σιμωνίδης. σὺ γάρ, Πρόδικε, προαπόφηναι τὴν σὴν γνώμην: ταὐτόν σοι δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι, ἄλλο;

ἄλλο νὴ Δί᾽, ἔφη Πρόδικος.

οὐκοῦν, ἔφην ἐγώ, ἐν μὲν τοῖς πρώτοις αὐτὸς Σιμωνίδης τὴν ἑαυτοῦ γνώμην ἀπεφήνατο, ὅτι ἄνδρα [340ξ] ἀγαθὸν ἀληθείᾳ γενέσθαι χαλεπὸν εἴη;

ἀληθῆ λέγεις, ἔφη Πρόδικος.

τὸν δέ γε Πιττακόν, ἦν δ᾽ ἐγώ, μέμφεται, οὐχ ὡς οἴεται Πρωταγόρας, ταὐτὸν ἑαυτῷ λέγοντα, ἀλλ᾽ ἄλλο. οὐ γὰρ τοῦτο Πιττακὸς ἔλεγεν τὸ χαλεπόν, γενέσθαι ἐσθλόν, ὥσπερ Σιμωνίδης, ἀλλὰ τὸ ἔμμεναι: ἔστιν δὲ οὐ ταὐτόν, Πρωταγόρα, ὥς φησιν Πρόδικος ὅδε, τὸ εἶναι καὶ τὸ γενέσθαι. εἰ δὲ μὴ τὸ αὐτό ἐστιν τὸ εἶναι τῷ γενέσθαι, οὐκ ἐναντία λέγει Σιμωνίδης αὐτὸς αὑτῷ. καὶ ἴσως ἂν [340δ] φαίη Πρόδικος ὅδε καὶ ἄλλοι πολλοὶ καθ᾽ Ἡσίοδον γενέσθαι μὲν ἀγαθὸν χαλεπὸν εἶναιτῆς γὰρἀρετῆς ἔμπροσθενHes. WD 289 τοὺς θεοὺςἱδρῶταHes. WD 289 θεῖναιὅταν δέ τις αὐτῆςεἰς ἄκρον ἵκηται, ῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν περ ἐοῦσανHes. WD 289, ἐκτῆσθαι.

μὲν οὖν Πρόδικος ἀκούσας ταῦτα ἐπῄνεσέν με: δὲ Πρωταγόρας, τὸ ἐπανόρθωμά σοι, ἔφη, Σώκρατες, μεῖζον ἁμάρτημα ἔχει ἐπανορθοῖς.

καὶ ἐγὼ εἶπον: κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, [340ε] Πρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός: ἰώμενος μεῖζον τὸ νόσημα ποιῶ.

ἀλλ᾽ οὕτως ἔχει, ἔφη.

πῶς δή; ἦν δ᾽ ἐγώ.

πολλὴ ἄν, ἔφη, ἀμαθία εἴη τοῦ ποιητοῦ, εἰ οὕτω φαῦλόν τί φησιν εἶναι τὴν ἀρετὴν ἐκτῆσθαι, ἐστιν πάντων χαλεπώτατον, ὡς ἅπασιν δοκεῖ ἀνθρώποις.

καὶ ἐγὼ εἶπον: νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: