previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[341α] Πρωταγόρα, Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι ἀπὸ Σιμωνίδου ἀρξαμένη, καὶ ἔτι παλαιοτέρα. σὺ δὲ ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ: καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸχαλεπὸντοῦτο ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμβάνεις, ἀλλ᾽ ὥσπερ περὶ τοῦδεινοῦΠρόδικός με οὑτοσὶ νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ σὲ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ [341β] εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν. τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν: οὐδεὶς γοῦν λέγει ἑκάστοτεδεινοῦ πλούτουοὐδὲδεινῆς εἰρήνηςοὐδὲδεινῆς ὑγιείας,’ ἀλλὰδεινῆς νόσουκαὶδεινοῦ πολέμουκαὶδεινῆς πενίας,’ ὡς τοῦ δεινοῦ κακοῦ ὄντος. ἴσως οὖν καὶ τὸχαλεπὸναὖ οἱ Κεῖοι καὶ Σιμωνίδης κακὸν ὑπολαμβάνουσι ἄλλο τι σὺ οὐ μανθάνεις: ἐρώμεθα οὖν πρόδικονδίκαιον γὰρ τὴν Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶντί ἔλεγεν, Πρόδικε, τὸ [341ξ]χαλεπὸνΣιμωνίδης;

κακόν, ἔφη.

διὰ ταῦτ᾽ ἄρα καὶ μέμφεται, ἦν δ᾽ ἐγώ, Πρόδικε, τὸν Πιττακὸν λέγονταχαλεπὸν ἐσθλὸν ἔμμεναι”, ὥσπερ ἂν εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸνἐσθλὸν ἔμμεναι”.

ἀλλὰ τί οἴει, ἔφη, λέγειν, Σώκρατες, Σιμωνίδην ἄλλο τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπίστατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ τεθραμμένος;

ἀκούεις δή, ἔφην ἐγώ, Πρωταγόρα, Προδίκου τοῦδε. [341δ] ἔχεις τι πρὸς ταῦτα λέγειν;

καὶ Πρωταγόρας, πολλοῦ γε δεῖ, ἔφη, οὕτως ἔχειν, Πρόδικε: ἀλλ᾽ ἐγὼ εὖ οἶδ᾽ ὅτι καὶ Σιμωνίδης τὸχαλεπὸνἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλ᾽ ἂν μὴ ῥᾴδιον ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται.

ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, Πρωταγόρα, τοῦτο λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τ᾽ ἔσῃ τῷ σαυτοῦ λόγῳ βοηθεῖν. ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν [341ε] κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα: λέγει γὰρ ὅτι

θεὸς ἂν μόνος τοῦτ᾽ ἔχοι γέρας,

Simonides Fr. 37.1.14
οὐ δήπου τοῦτό γε λέγων, κακὸνἐσθλὸν ἔμμεναι”, εἶτα τὸν θεόν φησιν μόνον τοῦτο ἂν ἔχειν καὶ τῷ θεῷ τοῦτο γέρας ἀπένειμε μόνῳ: ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνίδην Πρόδικος καὶ οὐδαμῶς Κεῖον. ἀλλ᾽ μοι δοκεῖ διανοεῖσθαι Σιμωνίδης ἐν τούτῳ τῷ ᾁσματι, ἐθέλω σοι εἰπεῖν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (3 total)
  • Commentary references to this page (3):
    • James A. Towle, Commentary on Plato: Protagoras, 310d
    • James A. Towle, Commentary on Plato: Protagoras, 342a
    • James A. Towle, Commentary on Plato: Protagoras, 345a
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: