[976δ]
ἐπιχειροῦμεν, ἑτέραν πάρεξ τῶν εἰρημένων εὑρεῖν, ἣ σοφία μὲν λέγοιτ᾽ ἂν ὄντως τε καὶ εἰκότως, ὁ δὲ λαβὼν οὔτε βάναυσος οὔτ᾽ ἠλίθιος ἔσται, σοφὸς δὲ καὶ ἀγαθὸς δι᾽ αὐτὴν πολίτης τε καὶ ἄρχων καὶ ἀρχόμενος ἐνδίκως ἔσται πόλεως ἅμα καὶ ἐμμελής. κατίδωμεν δὴ ταύτην πρώτην, τίς ποτ᾽ ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐπιστήμη μία διεξελθοῦσα ἢ μὴ παραγενομένη τῶν νῦν παρουσῶν ἀνοητότατον ἂν καὶ ἀφρονέστατον παράσχοιτο ζῷον τὸ τῶν ἀνθρώπων. οὐ δὴ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.