previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[365α]διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
ὥσπερ δὴ κρανέω τε καὶ ὡς τελέεσθαι ὀίω:
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,
Hom. Il. 9.308 [365β]ὅς χ᾽ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
αὐτὰρ ἐγὼν ἐρέω, ὡς καὶ τετελεσμένον ἔσται.

ἐν τούτοις δηλοῖ τοῖς ἔπεσιν τὸν πρότον ἑκατέρον τοῦ ἀνδρός, ὡς μὲν Ἀχιλλεὺς εἴη ἀληθής τε καὶ ἁπλοῦς, δὲ Ὀδυσσεὺς πολύπροπός τε καὶ ψευδής: ποιεῖ γὰρ τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγοντα ταῦτα τὰ ἔπη.

Σωκράτης
νῦν ἤδη, Ἱππία, κινδυνεύω μανθάνειν λέγεις: τὸν πολύτροπον ψευδῆ λέγεις, ὥς γε φαίνεται. [365ξ]

Ἱππίας
μάλιστα, Σώκρατες: τοιοῦτον γὰρ πεποίηκεν τὸν Ὀδυσσέα Ὅμηρος πολλαχοῦ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ.

Σωκράτης
ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλ᾽ οὐχ αὐτός.

Ἱππίας
πῶς γὰρ οὐ μέλλει, Σώκρατες;

Σωκράτης
καὶ σοὶ δοκεῖ αὐτῷ, Ἱππία;

Ἱππίας
πάντων μάλιστα: καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή.

Σωκράτης
τὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ [365δ] ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη: σὺ δ᾽ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.

Ἱππίας
ἔσται ταῦτα: ἀλλ᾽ ἐρώτα ἔμβραχυ ὅτι βούλει.

Σωκράτης
τοὺς ψευδεῖς λέγεις οἷον ἀδυνάτους τι ποιεῖν, ὥσπερ τοὺς κάμνοντας, δυνατούς τι ποιεῖν;

Ἱππίας
δυνατοὺς ἔγωγε καὶ μάλα σφόδρα ἄλλα τε πολλὰ καὶ ἐξαπατᾶν ἀνθρώπους. [365ε]

Σωκράτης
δυνατοὶ μὲν δή, ὡς ἔοικεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι: γάρ;

Ἱππίας
ναί.

Σωκράτης
πολύτροποι δ᾽ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος;

Ἱππίας
ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως.

Σωκράτης
φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἔοικεν.

Ἱππίας
ναὶ μὰ Δία, λίαν γε.

Σωκράτης
φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἐπίστανται;

Ἱππίας
καὶ μάλα σφόδρα ἐπίστανται: διὰ ταῦτα καὶ κακουργοῦσιν.

Σωκράτης
ἐπιστάμενοι δὲ ταῦτα ἐπίστανται πότερον ἀμαθεῖς εἰσιν σοφοί;

Ἱππίας
σοφοὶ μὲν οὖν αὐτά γε ταῦτα,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: