[284ε]
πῶς λέγεις;Ἱππίας
τῷ μὲν ἀκριβεῖ λόγῳ, ὦ Σώκρατες, οὕτως ἔχει: οὐ μέντοι εἰώθασιν ἅνθρωποι ὀνομάζειν οὕτω.Σωκράτης
πότερον, ὦ Ἱππία, οἱ εἰδότες ἢ οἱ μὴ εἰδότες;Ἱππίας
οἱ πολλοί.Σωκράτης
εἰσὶν δ᾽ οὗτοι οἱ εἰδότες τἀληθές, οἱ πολλοί;Ἱππίας
οὐ δῆτα.Σωκράτης
ἀλλὰ μήν που οἵ γ᾽ εἰδότες τὸ ὠφελιμώτερον τοῦ ἀνωφελεστέρου νομιμώτερον ἡγοῦνται τῇ ἀληθείᾳ πᾶσιν ἀνθρώποις: ἢ οὐ συγχωρεῖς;Ἱππίας
ναί, συγχωρῶ, ὅτι γε τῇ ἀληθείᾳ.Σωκράτης
οὐκοῦν ἔστιν τε καὶ ἔχει οὕτως ὡς οἱ εἰδότες ἡγοῦνται;Ἱππίας
πάνυ γε.Σωκράτης
ἔστι δέ γε Λακεδαιμονίοις, ὡς σὺ φῄς, ὠφελιμώτερον