Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
μετὰ δὲ τὴν μάχην εὐθὺς ἐπέθεντο καταλύειν ἐν Ἄργει τὸν
δῆμον οἱ χίλιοι καὶ τὴν πόλιν ὑπήκοον ποιεῖν:
Λακεδαιμόνιοι δὲ παραγενόμενοι κατέλυσαν τὴν δημοκρατίαν.
αὖθις δὲ τῶν πολλῶν ἐξενεγκαμένων τὰ ὅπλα καὶ
κρατησάντων, ἐπελθὼν ὁ Ἀλκιβιάδης τήν τε νίκην
ἐβεβαίωσε τῷ δήμῳ, καὶ τὰ μακρὰ τείχη συνέπεισε
καθεῖναι καὶ προσμίξαντας τῇ θαλάσσῃ τὴν πόλιν ἐξάψαι
παντάπασι τῆς Ἀθηναίων δυνάμεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

