Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἐπεὶ δὲ Τίμων ὁ μισάνθρωπος εὐημερήσαντα τὸν Ἀλκιβιάδην
καὶ προπεμπόμενον ἀπὸ τῆς ἐκκλησίας ἐπιφανῶς οὐ
παρῆλθεν οὐδ᾽ ἐξέκλινεν, ὥσπερ εἰώθει τοὺς ἄλλους,
ἀλλ᾽ ἀπαντήσας καὶ δεξιωσάμενος, ‘εὖ γ᾽,’ ἔφη, ‘ποιεῖς
αὐξόμενος, ὦ παῖ: μέγα γὰρ αὔξῃ κακὸν
ἅπασι τούτοις,’ οἱ μὲν ἐγέλων, οἱ δ᾽
ἐβλασφήμουν, ἐνίους δὲ καὶ πάνυ τὸ λεχθὲν ἐπέστρεφεν.
οὕτως ἄκριτος ἦν ἡ δόξα περὶ αὐτοῦ διὰ τὴν τῆς
φύσεως ἀνωμαλίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.