καί:ὦ φίλταθ᾽ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν
αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν
ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν.
Phrynichus; Kock, Com. Att. Frag. i. p. 385
[5] καίτοι βέβαιον οὐδὲν οὐδ᾽ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δ᾽ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης ὅτε ταῦτ᾽ ἐδρᾶτο: ὃ 1 θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δ᾽ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλ᾽ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι.φυλάξομαι: Τεύκρῳ γὰρ οὐχὶ βούλομαι
μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ.
Phrynichus; Kock, Com. Att. Frag. i. p. 385