σοφὸς γὰρ ἁνήρ, τῆς δὲ χειρὸς οὐ κρατῶν.
unknown
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοῦ ἑτέρου λέγοντος, ὡς πολλὰ τυγχάνει τὸν Ἀριστείδην ὁ ἀντίδικος λελυπηκὼς ‘λέγ᾽, ὦ 'γαθέ,’ φάναι, ‘μᾶλλον, εἴ τι σὲ κακὸν πεποίηκε: σοὶ γάρ, οὐκ ἐμαυτῷ, δικάζω.’ τῶν δὲ δημοσίων προσόδων αἱρεθεὶς ἐπιμελητὴς οὐ μόνον τοὺς καθ᾽ αὑτόν, ἀλλὰ καὶ τοὺς πρὸ αὑτοῦ γενομένους ἄρχοντας ἀπεδείκνυε πολλὰ νενοσφισμένους, καὶ μάλιστα τὸν Θεμιστοκλέα:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.