previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιγόνη

τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
500ἀρεστὸν οὐδὲν μηδ᾽ ἀρεσθείη ποτέ:
οὕτω δὲ καὶ σοὶ τἄμ᾽ ἀφανδάνοντ᾽ ἔφυ.
καίτοι πόθεν κλέος γ᾽ ἂν εὐκλεέστερον
κατέσχον τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
505λέγοιτ᾽ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
ἀλλ᾽ τυραννὶς πολλά τ᾽ ἄλλ᾽ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ᾽ βούλεται.

Κρέων

σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.

Ἀντιγόνη

ὁρῶσι χοὖτοι, σοὶ δ᾽ ὑπίλλουσιν στόμα.

Κρέων

510σὺ δ᾽ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;

Ἀντιγόνη

οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.

Κρέων

οὔκουν ὅμαιμος χὠ καταντίον θανών;

Ἀντιγόνη

ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.

Κρέων

πῶς δῆτ᾽ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;

Ἀντιγόνη

515οὐ μαρτυρήσει ταῦθ᾽ κατθανὼν νέκυς.

Κρέων

εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.

Ἀντιγόνη

οὐ γάρ τι δοῦλος, ἀλλ᾽ ἀδελφὸς ὤλετο.

Κρέων

πορθῶν δὲ τήνδε γῆν: δ᾽ ἀντιστὰς ὕπερ.

Ἀντιγόνη

ὁμῶς γ᾽ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.

Κρέων

520ἀλλ᾽ οὐχ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.

Ἀντιγόνη

τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;

Κρέων

οὔτοι ποθ᾽ οὑχθρός, οὐδ᾽ ὅταν θάνῃ, φίλος.

Ἀντιγόνη

οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.

Κρέων

κάτω νυν ἐλθοῦσ᾽, εἰ φιλητέον, φίλει
525κείνους: ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1891)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 441
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 24
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: