previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον λέγει,
725μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽: εὖ γὰρ εἴρηται διπλῇ.

Κρέων

οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν ὑπ᾽ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;

Αἵμων

μηδὲν τὸ μὴ δίκαιον: εἰ δ᾽ ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον τἄργα σκοπεῖν.

Κρέων

730ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;

Αἵμων

οὐδ᾽ ἂν κελεύσαιμ᾽, εὐσεβεῖν εἰς τοὺς κακούς.

Κρέων

οὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ;

Αἵμων

οὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς.

Κρέων

πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;

Αἵμων

735ὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος;

Κρέων

ἄλλῳ γὰρ 'μοὶ χρή με τῆσδ᾽ ἄρχειν χθονός;

Αἵμων

πόλις γὰρ οὐκ ἔσθ᾽ ἥτις ἀνδρός ἐσθ᾽ ἑνός.

Κρέων

οὐ τοῦ κρατοῦντος πόλις νομίζεται;

Αἵμων

καλῶς γ᾽ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.

Κρέων

740ὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.

Αἵμων

εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.

Κρέων

παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;

Αἵμων

οὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ.

Κρέων

ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;

Αἵμων

745οὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν.

Κρέων

μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.

Αἵμων

οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.

Κρέων

γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.

Αἵμων

καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.

Κρέων

750ταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς.

Αἵμων

δ᾽ οὖν θανεῖται καὶ θανοῦσ᾽ ὀλεῖ τινα.

Κρέων

κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχει θρασύς;

Αἵμων

τίς δ᾽ ἔστ᾽ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;

Κρέων

κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.

Αἵμων

755εἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν.

Κρέων

γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.

Αἵμων

βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1900)
load focus English (Sir Richard Jebb, 1891)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.1.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: